Ancient Greek · ~1 min
Letter 616
Libanius, Epistulae 1-839 616
Not analysed yet
χις΄. Παλλαδίῳ. (361) Οὐκ ἄρα τῶν λόγων ἐπεθύμεις, ἀλλὰ τοῦ δοκεῖν ἐπιθυμεῖν τῶν λόγων. οὔκουν ἐτόλμησας οἰκέτην τῇδε καταλιπεῖν ἡμέ- ραν μίαν. ἀλλ’ ἐγὼ καὶ μηδὲν δεομένῳ πέμπω. δῆλον γὰρ ὡς αὖθις ἐντυχὼν ἐρᾶν πλαττόμενος ἐπετίμας ἄν.