Ancient Greek · ~3 min
Letter 618
Libanius, Epistulae 1-839 618
Not analysed yet
Μή με νομίσῃς Εὔριπον· ἐγὼ γάρ τοι τὸν ἄνθρωπον τοῦτον οὔτε μὴ μέμφεσθαι δυναίμην ἂν οὔτε μὴ φιλεῖν. ποιῶ δὲ ἐκεῖνο μὶν ὡς ἀμελούμενος, τοῦτο δὲ ὡς ἀνιψιός, μᾶλλον δέ, εἰ βούλει, πατὴρ καὶ πατὴρ ἤπιος εἰδὼς ἐνεγκεῖν υἱέος σκιρτήματα· καλὸν γὰρ οὕτως εἰπεῖν. ἐννοῶν γὰρ τῶν προ- γόνων τῶν ἡμετέρων τὴν τάξιν, ἧς οὗτος διάδοχος, πάντα τρόπον οἶμαι δεῖν βοηθεῖν τῷ τῆς οἰκίας σχήματι καὶ βου- λοίμην ἂν ἐκλάμπειν ἐν τῇ πόλει τὸν τοῦ θείου μοι παῖδα. νῦν δέ μοι καὶ δύναμις εὖ ποιοῦσα πάρεστιν οὐ μικρά. τὴν γὰρ σὴν ἀρχὴν ἐμαυτοῦ δύναμιν ἡγούμενος ἴσως οὐκ ἀδικῶ. δεῖ δέ σε προσδοκᾶν αἰτίας τε ἀεὶ κατ’ αὐτοῦ καἰ παρακλήσεις ὑπὲρ αὐτοῦ.