Ancient Greek · ~2 min
Letter 627
Libanius, Epistulae 1-839 627
Not analysed yet
Ἔστω καὶ τοῦτο ὃ δεόμεθα τῶν πολλῶν, ἃ πράττεις. οὐκ ἀγνοῶ γὰρ ὡς οὐδ’ ἀναπνεῖν ἔστιν ὑμῖν τοῖς ὀλίγοις ἀντὶ τῶν πολλῶν ἠναγκασμένοις εἶναι νόμιζε δὲ καἰ τὴν ἡμε- τέραν πόλιν ἐπὶ τὰ αὐτὰ θεῖν. ἀλλ’, οἶμαι, ταῦτα μὲν οὕ- τως ἔδει γενέσθαι· τῷ φέροντι ἴε τὴν ἐπιστολὴν ὑπαρξάτω τῆς σῆς προνοίας μεταλαβεῖν, ὅπως με φαίνοιο τιμῶν καὶ ἐν ἀσχολίαις τηλικαύταις.