Ancient Greek · ~1 min
Letter 637
Libanius, Epistulae 1-839 637
Not analysed yet
χλζ΄. Ἀπολιναρίῳ καὶ Γεμέλλῳ. (361) Ἃ μὲν ἠδικημένος Εὐστάθιος ἥκει δίκην ληψόμενος, ἐκ τῶν πρὸς τὸν πατέρα ὑμῶν εἴσεσθε γραμμάτων· ὑμᾶς δὲ δεῖ φανῆναι καὶ τὸν δεδρακότα μισοῦντας καὶ τὸν πεπονθότα ἐλεοῦντας καὶ τίνες ἂν ἄρχοντες γένοισθε, δι’ ὧν πράττετε συζῶντες ἄρχοντι τῷ πατρί.