Ancient Greek · ~2 min
Letter 638
Libanius, Epistulae 1-839 638
Not analysed yet
Εἰ ταῦτα οὕτως ἔχει, καὶ θεῶν ἀνάγκη κρείττων, ὡς ὁ τῶν σοφῶν λόγος. ἐγὼ δὲ ἐνθυμούμενος τήν τε ὑμετέραν ἐκεῖ κακοπάθειαν καὶ ὡς τἀνθάδε ὑμῖν ἐπὶ τὰ χείρω φέρεται τῶν βοηθησάντων ἂν ἀπόντων ἠθύμουν καὶ διὰ ταῦτα ᾤμην δεῖν ὑμᾶς ἐλθεῖν, ὅπως τούτων ἔσται πέρας. πραγμάτων δέ τις ἐπιγενόμενος κύκλος ἐδίδαξεν ὅτι ἄρα κρεῖττον ἦν ἵζω τοῦ κυδοιμοῦ μένειν, ἀλλ’ οἴμαι καὶ τοῦτον στήσεσθαι καὶ ὑμῖν ἐπάνοδον ἔσεσθαι.