Ancient Greek · ~2 min
Letter 639
Libanius, Epistulae 1-839 639
Not analysed yet
Τί ἄν τις αἰτιῷτο φεύγοντα πῦρ; πυρὸς γὰρ οὐδὲν ἡ τῶν ἐνταῦθα διαφέρει φιλονεικία. εἴτε τῆς φύσεως ἐναγούσης εἴτε τῶν πραγμάτων βιαζομένων οἴχεται μὲν αἰδώς, αἰσχύνεται δὲ οὐδείς, δάκνουσι δὲ ἀλλήλους, φθόνον δὲ ἐμοὶ συνάγουσιν. ὁ δὲ ἀδελφός μοι τῶν περὶ ταῦτα κακῶν οὐκ ἔστιν ἐλεύ- θερος, ἀλλ’ οὔπω μὲν λειτουργεῖ, τὴν μνήμην δὲ οὐ διέφυγεν ἐν τῷ περὶ τούτων λόγῳ. δυσχεραίνω δὲ τὴν πόλιν, βλέπω δὲ ἑτέρωσε καὶ ταῦτα γήρως γεγευμένος. τοιαῦτα τοῦ παρόντος ἀπολαύομεν καιροῦ.