Ancient Greek · ~1 min
Letter 645
Libanius, Epistulae 1-839 645
Not analysed yet
χμέ. Εὐδοξίω. (361) Οὐ τὸ ἐπιστεῖλαι θρασύ, ἀλλὰ τὸ μὴ τοῦτο ποιῆσαι μέμψιν ἔχον. σὺ δέ, κἂν μηδὲν ἄλλο κατεπείγῃ, προσαγόρευε· κἂν κατεπείγῃ, γράφε θαρρῶν· ὡς ἐγὼ σέ τε καὶ τὸν ἀδελφὸν ἄν- δρας τε ἡγοῦμαι χρηστοὺς καὶ τῆς παρ’ ἐμαυτοῦ βοηθείας, εἴ τι δυναίμην, οὐκ ἀποστερήσω.