Ancient Greek · ~3 min
Letter 646
Libanius, Epistulae 1-839 646
Not analysed yet
Μικρὰ πενθῆσαι λέγεται Εiδkηος τὸν πατέρα, τούτου δὲ αἴτιον εἶναι σὲ τὸν τῆς ὀρφανίας αὐτῷ τὴν αἴσθησιν ἀφε- λόντα πολλοῖς καὶ μεγάλοις ἔργοις, ἃ τῶν παρόντων οὐ χεῖρον ἡμῖν ὑπῆρξε μαθεῖν αὐτοῦ τοῦ σεσωσμένου μηνύοντος ἐν ἐπι- στολῇ μακρᾷ. τὰ μὲν οὖν παρ’ ἡμῶν ἤδη κομίζῃ, κρότον καὶ ἐπαίνους καὶ τὸ μηδένα ταῦτα ἀγνοεῖν· εἰκὸς δέ σοι καὶ τοὺς μείζους ἔσεσθαι μισθούς, οὓς εἰώθασι διδόναι τοῖς ἀγα- θοῖς οἱ θεοί. παρακαλεῖν δέ σε πρότερον μὲν ᾤμην δεῖν, νῦν δὲ οὐκέτι. καὶ γὰρ ἰοὺς στρατηγοὺς ὁρῶ πρὸ μὲν τῶν ἔργων λόγῳ κινοῦντας τοὺς μαχομένους, ἔπειτα ἀρκεῖν ἡγου- μένους αὐτὰ τὰ εἰργασμένα παρακαλέσαι πρὸς τὰ λοιπά. τουτονὶ δὲ τὸν νεανίσκον πάλαι μὲν εὖ ποιεῖς, νῦν δὲ ὄψει κοινωνοῦντα τῷ μὲν πατρὶ τοῦ ὀνόματος, τῷ δὲ ἀδελφῷ τῶν τρόπων.