Ancient Greek
Letter 649
Libanius, Epistulae 1-839 649
Not analysed yet
Ὥσπερ ὑπὲρ ἀδίκου τινὸς ᾐσχυνόμην ἂν ἐπιστεῖλαι πρὸς σὲ τὸν ὑπὲρ τῶν δικαίων ζῶντα, οὕτω νῦν δικαίου μεμνῆσθαι μέλλων αἰσχρὸν ἡγούμην ὀκνῆσαι. Ἀκάκιος ἴνα με νομίζει τῶν εὐκαταφρονήτων καὶ τῷ πρὸς ἄλλους καὶ πρὸς ἐμὲ προσ- φέρεται τρόπῳ. ξύλα γοῦν λαβὼν φυλάττειν τῆς παρακατα- θήκης αὑτὸν ποιεῖ δεσπότην ἔτος τουτὶ τέταρτον ἀεὶ μὲν ὑπισχνούμενος ἀποδώσειν, οὐκ ἔστι δὲ ὅτε οὐ ψευσάμενος. ἐμὲ δὲ δύ’ ἀνθ’ ἑνὸς ἀδικεῖ, τῷ τε ἀποστερεῖν καὶ τῷ χρήσασθαι δικαοταῖς ἀναγκάσαι. χρῶμαι δὲ τῷ τε ἐνταῦθα καὶ σοί, τὸν μὲν πείσας πέμψαι στρατιώτην, σοῦ δὲ δεόμενος μὴ τῆς ἀνάγκης αὐτὸν ἐξελέσθαι τῇ τοῦ σοὶ διακονεῖν προ- φάσει.