Ancient Greek
Letter 648
Libanius, Epistulae 1-839 648
Not analysed yet
Οὐλπιανοῦ καὶ ὡς πολίτου καὶ ὡς ἑταίρου καὶ ὡς χρη- στοῦ πάντων εἵνεκα κήδομαι. τούτου δὲ κηδόμενον οὐκ ἔστιν ἀμελῶς ἔχειν περὶ τὸν τούτου κηδεστήν· ὃς εὖ πεπονθέναι μὲν ὑπὸ σοῦ πολλά φησι καὶ οὐκ ἀρνεῖται, δέδοικε δὲ νῦν μὴ κακόν τι λάβῃ πονηρίᾳ μὲν οὐ κεχρημένος, μέμψει δέ πως χώραν δεδωκώς. σὺ δὲ πανταχόθεν μὲν ἐπαινῇ, μάλιστα δὲ τῷ συγγνώμην νέμειν εἰδέναι· πάντως δέ, εἰ καὶ μὴ ὧδε ἐπεφύκεις, ἀλλ’ ᾔδεις καὶ θυμῷ χαρίσασθαι, κρείττων ἂν ἐγέ- νου α τῆς φύσεως εἰς ἐμὴν βλέπων