Ancient Greek · ~2 min
Letter 654
Libanius, Epistulae 1-839 654
Not analysed yet
Ὁ τὰ μέρη τῶν ἀγρῶν ἀποδόμενος ἐκεῖνος, ὅτε μὶν ἡμεῖς ἠξιοῦμεν ὠνεῖσθαι, Θετταλίαν ἔφασκε καὶ Βοιωτίαν πωλεῖν, καὶ ἦν οὐδὲν ἐν τῇ τιμῇ μέτριον, ὥστε ἐφεύγομεν· ἐπεὶ δὲ τὸν δεῖνα ἴδει πρίασθαι, καὶ τὸ μικρὸν ἡγήσατο μέγα βλάψας μὲν αὐτὸς αὑτόν, θεὶς δὲ ἐφ’ ἡμῖν νόμον· μνησθῆναι γὰρ ἴσως οὐκ ἔνεστι πλείονος ἢ τοῦ παραδείγματος ἀκούειν ἀνάγκη. δοκεῖ οὖν μοι χρῆναι χρήσασθαι μὲν μερισμῷ τὸ νῦν τοῦ μὴ τὸ πᾶν ἀντὶ τοῦ μέρους εἶναι τῷ πριαμένῳ, τιμὴν δὲ τὴν πείθουσαν ὁ διδοὺς εἰ φανείη, πωλεῖν. ὁ γὰρ κοινω- νὸς παραινεῖ.