Ancient Greek · ~2 min
Letter 655
Libanius, Epistulae 1-839 655
Not analysed yet
Πὰν ὅ τιπερ ἀπὸ φιλούσης γίγνεται γνώμης, οὐ μικρὸν 20 παρά γε ἐμοί. σοῦ δὲ ἐγὼ τὴν σπουδὴν πρὸ τῶν πεμφθέντων σκοπῶν ταύτῃ κρίνω καὶ τὰ πεμφθέντα μεγάλα. ταῖς μὲν οὖν περιστεραῖς ἥσθην, τὴν δορκάδα δὲ ἐδάκρυσα θαυμαστὰ μὲν ἐλπίσας ἀπὸ τῶν γεγραμμένων, ἰδὼν δὲ τεθυμένην ἤτοι τοῦ καύματος ἡττηθεῖσαν ἢ προδοθεῖσαν ὑπὸ τῶν ἀγόντων, ὥσθ’ ὅτι σοι πέμπειν αὐτὴν ἐπῆλθεν ἐμεμψάμην. τῆς δὲ νίκης, ἣν ἐμήνυες, χάριν ἔχω τῷ ὁμωνύμῳ, καὶ αὐτός γε δι- δάξειεν ἐλθὼν τὴν τε μάχην καὶ ὅπως ἐτρέψατο τοὺς ἐναν- τίους. εἰ δὲ καὶ αἰχμαλώτους δείξει, μείζων ἔσται παρ’ ἡμῖν τοῦ Κλέωνος.