Ancient Greek · ~3 min
Letter 660
Libanius, Epistulae 1-839 660
Not analysed yet
παῖς ὄντως ἐμὸς ὁ Λυσίμαχος τοιαῦτα καὶ λέγων καὶ γράφων, τοῦτο μὲν ἐν ἐπαίνοις ἀρχόντων, τοῦτο δὲ ἐν τοῖς κατὰ μελέτην ἀγῶσιν· ὥστ’ οὐδὲν θαυμαστὸν εἰ πετόμενος ἧκεν ὡς ἡμᾶς ὁ Ἔρως τοιαύτης αὐτῷ γλώττης κινούσης τὸ πτερόν. ὁ δὲ συκοφάντης ἐκεῖνος, τὸ θηρίον, δίκην τὴν μὲν ἔδωκε, τὴν δὲ δώσει καὶ ταῦτα ἐγὼ προῄδειν καὶ πρὸς Λυσίμαχον εἶπον ὡς ἀπολεῖται κακὸς κακῶς. ἐπεὶ δὲ Μούσαις εἶ φίλος καί σου κατέχουσι τὴν ψυχὴν καὶ κάλλος τίκτεις ἐπῶν, τίμησον ἐπιγράμμασιν οἰκίαν λαμπράν τε καὶ μεγάλην ὑπ’ ἀνδρὸς ἡμὶν ἑταίρου πεποιημένην ἐν Δάφνῃ. τὸ μὲν ὄνομα Ὀλύμπιος αὐτῷ, παίδων δὲ οὔτ’ ἐστὶν οὔτ᾿ ἐγένετο πατήρ, παραμυθεῖται δὲ τὴν περὶ ταῦτα τύχην τῷ τῆς οἰκίας θαύματι. χρῆσαι δὴ ταῖς ἀφορμαῖς καὶ πρόσθες τῇ τῶν στοῶν καὶ κρηνῶν ὥρᾳ τὴν ἀπὸ τῶν ἐπῶν.