Ancient Greek · ~3 min
Letter 661
Libanius, Epistulae 1-839 661
Not analysed yet
ἴστω νῦν τόδε γαῖς καὶ οὐρανὸς εὐρὺς ὕπερθεν, προστίθημι δέ, εἰ βούλει, καὶ Στύγα καὶ τοὺς ἄλλους θεούς, ἡ μὴν τὴν ἐπιστολὴν ἐκείνην τοῦ προσήκοντος τετυχηκέναι χρόνου καὶ μηδὲν πεπρᾶχθαι τέχνῃ. σοὶ δὲ ἴσως οὐ καλῶς ἴχνει φείδεσθαι τῶν οἰκετῶν κατὰ τῶν φίλων καὶ ὅπως ἐκεί- νους ἐξέλοιο μέμψεως, τούτοις περιάπτειν αἰτίας. ἀλλ’ ὑπὲρ μὲν τούτων ὀλίγον ὕστερον διαδικασόμεθα Κέλσου τὴν ψῆφον τιθεμένου, τῆς Βακχείας δὲ ἡμῖν ἴσθι τὸ πλέον ἀμ- βλύνας ὑπὸ τῆς ἀπουσίας. οὐ γὰρ ἔστιν ὅτῳ ἂν τἀπὸ καρδίας λέγοιμεν, ἀλλ’ ἢ δεῖ σιγᾶν ἢ εἰπόντα μετεγνωκέναι καὶ ἐπιτι- μᾶν τῇ γλώττῃ, ὅτι ἐξελάλησεν ὅπερ τ᾿ ἄρρητον ἄμεινον. οἶμαι δὲ καὶ σὲ ταὐτὸν περιεστηκέναι, σιγὴν ἢ φόβον. ὅπως οὖν ἡμεῖς τε σοῦ σύ τε ἡμῶν ἀπολαύοις ἑκάτεροί τε δι’ ἀλ- λήλων ἐλευθερίας, τοῖς στόμασιν ἄνοιγε τὰς θύρας φανείς.