Ancient Greek
Letter 681
Libanius, Epistulae 1-839 681
Not analysed yet
χπα΄. Φιλαγρίῳ. (361) Ηκον οἱ παῖδες, εἰ μέν τι κερδάναντες ἀπὸ τῆς οἴκοι δια- τριβῆς, οὐκ οἶδα· εἰσὶ δ’ οὖν νῦν ἐν τῷ μανθάνειν, ὁ μὲν πρεσβύτερος προθυμίᾳ χρώμενος, περὶ δὲ θατέρου ταῦτά ποτ ἴσως ἐπιστελοῦμεν· ὡς ἔγωγε οὐ παύομαι τοῦ πατρὸς αὐτοὺς ἀναμιμνήσκων νομίζων καλλίστην παράκλησιν, εἰ πολλάκις ἀκούοιεν, οὗ παῖδές εἰσίν.