Ancient Greek
Letter 682
Libanius, Epistulae 1-839 682
Not analysed yet
Τῶν Ἑλλαδίου θυγατέρων καὶ ἐμὲ νομιζε πατέρα. ἔσπειρε μὲν γὰρ ἐκεῖνος, φιλοῦνται δὲ ὑπ’ ἀμφοτέρωι ἄλλων τε εἵνεκα πολλῶν καὶ ὧν ἡ μήτηρ αὐτῶν ἔφη πρός με μέλλουσα τελευ- τᾶν, ἃ οὔτε ἐκβάλλειν τῆς ψυχῆς δυναίμην ἂν οὔτε μὴ ποιεῖν μεμνημένος ἴθι οὖν, ὦ βέλτιστε, φράσον, εἴτ’ ἄλλος γέγο- νας εἴτε τῶν ἔμπροσθεν εἶ, μᾶλλον δέ, τοὺς λόγους ἀφεὶς ἔργον τι δεῖξον ὡς ἡμῖν πολλαχόθεν ἀνάγκη ζευγνύναι τὴν παρθένον.