Ancient Greek
Letter 684
Libanius, Epistulae 1-839 684
Not analysed yet
χπδ΄. Διοδότῳ. (361) Μέμνημαί σου, φιλῶ γάρ, καὶ γράφω, χαρίζομαι γάρ. σὺ δ’ ὅτι μὲν φιλεῖς, οἶδά τε καὶ χαίρω· ὅτι δὲ σιγᾷς, τοῦτο ἐγκαλῶ· ἴν’ οὖν καὶ τῇδε συμβαίνωμεν. ἡσθεὶς τῷ λαβεῖν εὔφρανον τῷ δοῦναι.