Ancient Greek
Letter 683
Libanius, Epistulae 1-839 683
Not analysed yet
Ὁ σώζων Ἑλλαδίῳ τὸν οἶκον τοῖς περὶ ἕκαστα πόνοις Μαρτύριός ἐστιν οὑτοσί. τὸ δὲ δεῖν ἀνδρὸς εἰς ἐκεῖνο πάλιν ἐφ᾿ ᾧπερ ἥκει πεποίηκεν αὐτὸν τρέχειν. ἥκει γὰρ μνηστῆρα ῥᾴθυμον κινήσων καὶ ἢ πρὸς γάμον ἄζων ἢ μεταβεβλημένον ἀφήσων. ἢν οὖν ἴδῃς Μαρτύριον, ὡς εἰκὸς τὸν ὑφ’ ἡμῶν τε καὶ ὑπὲρ τοιούτων πεμφθέντα, πάνθ’ ἡμῖν ἕξει καλῶς.