Ancient Greek
Letter 689
Libanius, Epistulae 1-839 689
Not analysed yet
Οὐ βούλομαι πιστεῦσαι τοῦθ’ ὅτι σοι τῶν Οὐλπιανοῦ καὶ Παλλαδίου μικρὸν ἐμέλησε πραγμάτων καὶ οὔτε ὡς φίλους ἐτίμησας οὔθ’ ὡς ῥήτορας ᾐδέσθης οὔτε τὸ τοὺς αὐτούς σοι πόνους πονεῖν τοὺς ἑταίρους εἰς λόγον ἔθου. λέγεται μὲν γὰρ ὑπὸ πολλῶν ἃ οὐδὲ εἰπεῖν μοι καλόν, ἐγὼ δὲ μάχομαι μηδὲν τούτων εἶναι σόν. γράψας δὴ πέμψον τὴν μαρτυρίαν καὶ βοήθησον ἐμοί τε καὶ σεαυτῷ.