Ancient Greek
Letter 690
Libanius, Epistulae 1-839 690
Not analysed yet
Μαρκιανὸς, οὗ κηδόμενος ἐπιστέλλω, καὶ πολίτης ἐμὸς καὶ φίλος ἐκ παλαιοῦ καὶ λόγων οὐκ ἄπειρος, καὶ παῖς αὐτῷ παρ’ ἡμῖν ἐπιθυμητὴς λόγων. οὗτος ὁ Μαρκιανὸς ὅτι μέν σοι καὶ διὰ τῶν πραγμάτων φανεῖται χρηστός, πάνυ πιστεύω· μετεχέτω δέ τινος καὶ διὰ τὴν πρὸς ἡμᾶς οἰκειότητα τιμῆς, ἴνα τοῦ μὲν τοῖς αὑτοῦ τρόποις, τοῦ δὲ τοῖς παρ’ ἐμοῦ γράμ- μασιν ἔχῃ χάριν.