Ancient Greek
Letter 692
Libanius, Epistulae 1-839 692
Not analysed yet
Καὶ ὅτε τὰ θαυμαστὰ ἴνα ἐποίεις δόξαν ὠνούμενος χρημάτων, αὐτὸς ἡγούμην ἐν τιμῇ καθίστασθαι μετὰ σαυτοῦ καὶ νῦν χαίρω τε τῇ διὰ τοῦ δέρματος τιμῇ καὶ τῶν τεθεαμέ- νων τὰ ἔργα τῶν θηρίων οὐ πόρρω γεγένημαι τῇ δορᾷ τε- κμαιρόμενος, οἷα ἡ πάρδαλις ἔδρα τοὺς κυνηγέτας εὔχομαι δὴ τῇ Ἀρτέμιδι καὶ τὰ λοιπά σοι θεῖναι λαμπρὰ θηρίων τι χαλεπότητι καὶ τῇ τῶν πρὸς ταῦτα εἰσιόντων σοφίᾳ.