Ancient Greek
Letter 691
Libanius, Epistulae 1-839 691
Not analysed yet
ὤ με ἔλαθες ἐλέγξαι βουληθεὶς τὸν ἔπαινον, ὃς κατ’ ἐμοῦ τε καὶ Ὀλυμπίου παρὰ πάντων ᾄδεται. λέγεται γὰρ ὡς ταὐτὰ μὲν φρονοῦμεν, ταὐτὰ δὲ φθεγγόμεθα, σώμασι δὲ κεχω- ρίσμεθα μόνον. σὺ τοίνυν ζηλοτυπήσας μάλα ἀφελῶς, ἴνα μὴ κακούργως εἴπω, διορύττεις ἐπιστέλλων τὸ ἐγκώμιον, εἰ περὶ μὲν ἡμῶν μηδεὶς μὴ γένηται δέδοικεν, σὺ ὡς γεγενη- μένου γράφεις ἀλλὰ τοῦτο μὶν οὐ μέγα τεθήρευκας, ἐγὼ δέ σε πεφώρακα καθάπερ παισὶ διαλιγόμινον ἡμὶν. οὐδαμοῦ γὰρ δοὺς θαρρῆσαι περὶ τοῦ μέλλοντος κύκλῳ βαδίζεις ἐπι- κρεμάσας ἡμῖν τὸν Ταντάλου πέτρον. ἱν οὖν μὴ ὦμεν Τάνταλοι, τὴν κεφαλὴν ἀπάλλαξον τοῦ λίθου ἢ ἤδη λαβὼν ἢ μηδὲ λήψεσθαι φήσας ὡς ἐμοὶ τὸ μὲν ἀποδοῦναι κοῦφον —εἰδότι δ’ ἂν λέγοιμι —,βρόχου δὲ ἄξιον, εἰ ἐν τοῖς ἡρπακόσι τὰ τῶν πόλεων ἀριθμοίμην