Ancient Greek
Letter 699
Libanius, Epistulae 1-839 699
Not analysed yet
Οὐκοῦν αὐτὸν τὸν ἀγκῶνα τοῦτον τὸν γλυκύν, ᾧ παρα- βάλλειν ἀξιοῖς τὴν Κιλικίας ἀρχήν, οὐκ ὀλίγοι τῶν πλεόντων ὑπομένουσιν; ἀνάσχου δὴ καὶ αὐτὸς τοῦ ἀγκῶνος· οὐ γὰρ ἀεί γε τοῦτον ἀναπλεῖν δεήσει καὶ πονεῖν, ἀλλ’ ἀπολαύσῃ ποτὲ καὶ ῥᾴστου πλοῦ. εἰ δ’ οὖν καὶ πονοῦντα δεήσει διατελεῖν, Αἰσχύλος σε παραμυθείσθω τὰς ἀρετὰς ἐκ πόνων τίκτεσθαι λέγων. ἐννόει δὲ καὶ τοὺς ἐμοὺς πόνους, ὧν οἱ πλείους ἀναλίσκονται μάτην · ὡς οἱ γε σοὶ πάντη οἴσουσι καρπόν. σὺ μὲν οὖ1 τὴν κριθῶν σπάνιν δέδοικας, ἐμὲ δὶ ἀνιᾷ φίλων σπάνις. καλῶ δὲ νῦν σπάνιν τὴν ἀπουσίαν, ἐπεῖ καὶ τὸν Ὀλύμπιον ἐν τοῖς ἀποῦσι θετέον. πρὶν γὰρ φα- νῆναι καθαρῶς πρὸς Ἀρτάβαζον οἴχεται πλέων. ἐγὼ δὲ ἢ τοῖς ἔνδον μαχόμενος ἢ περὶ τοὺς νέους κοπτόμενος μίαν ἴι̣ο, καταφυγὴν τὴν νύκτα.