Ancient Greek
Letter 700
Libanius, Epistulae 1-839 700
Not analysed yet
Δέχου δὴ καὶ ἀμφοῖν ὑπὲρ ἑνὸς ἔργου γράμματα, τὰ μὲν ἀξιοῦντα, τὰ δὲ ἀπαιτοῦντα· δkται μὲν γὰρ Ἀκάκιος. εἰσπράττω δὲ ἐγὼ καὶ ταῦτα πρότερον δεηθείς. ἕως μὲν γὰρ ἴδει πείθειν, ἐκεῖνο ἐποίου1 ὑποσχόμενον δὲ ἐν τοῖς ὀφείλου- σιν ἔχω. δεῖξον δὴ τὸ ἔργον καὶ παῦσον τοὺς ἐνοχλοῦντας. βουλοίμην γὰρ ἄν σε τὸν Δία μιμεῖσθαι μᾶλλον τὸν στρα- τηγὸν Χάρητα.