Ancient Greek
Letter 707
Libanius, Epistulae 1-839 707
Not analysed yet
Ἐν τῇ κεφαλῇ μοι κατοικεῖ πάθος ποιεῖ τὸ μὶν ζῆν βαρύ, τὴν δὲ τελευτὴν ἐν εὐχαῖς. τοῦτο τὰ μὲν τῶν ἰατρῶν ἐξήλεγξε φάρμακα, μόνῳ δ’ ἂν εἴξοι τῷ θεῷ. κατὰ τοῦτο δὴ τὸν ἀδελφὸν ἀπεσταλμένον πρόσαγε τῷ ἀγάλματι καὶ τὰ ἄλλα συμπροθυμοῦ.