Ancient Greek
Letter 708
Libanius, Epistulae 1-839 708
Not analysed yet
ψῇ. Παρθενίῳ. (362) Εἰ μὲν ἦν κινεῖσθαι κύριος, αὐτὸς ἂν ὑμῖν ἧκον εἰς τὴν μεγάλην πόλιν, δίδωσι γὰρ αὐτὴν οὕτω καλεῖν ὁ θεός· ἐπεὶ δὲ ἀνάγκαις, ἃς οἶσθα, κατείλημμαι, μένω μέν, πιστεύω δὲ τεύξεσθαι μαντείας σπένδοντός τε ὑπὲρ ἡμῶν ἀδελφοῦ καὶ σοῦ συνευχομένου.