Ancient Greek
Letter 709
Libanius, Epistulae 1-839 709
Not analysed yet
Ἀλλ’ ὅτι καὶ ταῦτα εἰσεπράχθη τεθαύμακα τάς τε γὰρ ἄλλας ἠπιστάμην δυσχερείας καὶ τὴν περὶ τὸν οἶνον τύχην, ἣ πάντας ἐπῆλθε πίθους. ὅ γέ τοι τῆς ἐσπέρας οἶνος ἅμα ἡμέρᾳ διέφθαρται παρ’ ἡμῖν, ὥσθ’ ὅσον ἂν ἀργύριον γένηται παρ’ ὑμῶν, στέρξομεν καὶ οὐκ ἀποδιδόναι μᾶλλον ἢ δωρεῖσθαί σε νομιοῦμεν. πείσομεν δὲ καὶ τὸν ἐωνημένον μὴ βοηθεῖν τοῖς γεωργοῖς, ἢν ἐθέλωσιν ἀποστερεῖν.