Ancient Greek
Letter 717
Libanius, Epistulae 1-839 717
Not analysed yet
ψιζ΄. Τῷ αὐτῶ. (362) Εἰ μὲν ἠγνόεις Θεόφιλον, ἐδίδασκον ἄν σε ὅτι οὗτος ἐν καιρῷ παρέχοντι παροινεῖν μέτριος ἦν· ἐπεὶ δὲ καὶ οἶσθα καὶ διὰ τοῦτ’ εὖ ποιεῖς, διδάσκειν μὲν ἢ παρακαλεῖν οὐδὲν ἄν σε δεοίμην, ἐπαινῶ δέ, ὅτι τὸν ἄνδρα τῶν προνοίας ἀξίων ἡγῇ.