Ancient Greek
Letter 718
Libanius, Epistulae 1-839 718
Not analysed yet
Τὸν ἱεροφάντην ἡμῖν ἐκ τῆς κλίνης ἀνέστησεν ὁ θεός. καὶ τοσοῦτον ἄρα ἐστὶ θεὸς μένος ἐμπνέων, ὥσθ’ ὁ πρὶν φε- ρόμενος ὁ γέρων ἐβάκχευσεν ἄμεινον τῶν ἐρρωμένων καὶ νέων. ἀπὸ τῆς αὐτῆς δὴ προθυμίας τε καὶ ῥώμης καὶ παρ’ ὑμᾶς τρέχει βίβλους τὰς παρ’ ἡμῖν οὐκ ὀρθῶς ἐχούσας ἐκ τῶν παρ’ ὑμῖν ἐπανορθώσων. ἐγὼ δ’ οὐχ ἴνα οὗτος κερδάνῃ τι παρὰ τῶν γραμμάτων, ἔγραψα, πολλαχόθεν γὰρ αὐτῷ τιμῆς ἀφορμαί, ἀλλ’ ἕν’ ἐν τοῖς ὑπὲρ τῶν ἱερῶν πονοῦσι καὶ αὐτὸς ἀριθμῶμαι.