Ancient Greek
Letter 720
Libanius, Epistulae 1-839 720
Not analysed yet
Δέχου τῶν ἡμετέρων ἑταίρων τὸν ἄριστον· οὗ τὴν φύσιν ἐκ τῆς νῦν ἐπιθυμίας κρῖνε. τῶν γὰρ ὄντων αὐτῷ λόγων ἐπὶ τὸ δίκας λέγειν αὐτὸν ἀγόντων καὶ τῶν οἰκείων ταῦτα συνευ- χομένων τὸ φιλοσοφίας κάλλος ἄμεινον ἡγήσατο τῆς ἐκεῖθεν ἰσχύος. σκοποῦντι δέ, πόθεν ἂν ὡς ἀληθῶς τὸ πρᾶγμα λάβοι, μηνύομεν ἡμεῖς Αἴγυπτόν τε καὶ Διόφαντον, τὴν μέν, ἐξ οὗπερ ἄνθρωποί τε καὶ Νεῖλος, τὸ καλὸν τοῦτο τρέφουσαν, τὸν δ’ ὅσον οὐκ ἄλλος σοφίας κεκτημένον. συνίστησι μὲν οὖν καὶ αὐτὸς ὁ ἔρως τὸν νεανίσκον, συνίστημι δὲ κἀγὼ πιστεύων τι δύνασθαι παρὰ σοί. σὺ δ’ εὐμενεῖ τε λόγῳ καὶ προσώπῳ φαιδρῷ μετάδος τῆς τελετῆς, ἣ τὸν οὐρανὸν τοῖς μετασχοῦσιν ἀνοίγει.