Ancient Greek
Letter 719
Libanius, Epistulae 1-839 719
Not analysed yet
Τοὺς μὲν ἀπὸ γλώττης με προσεροῦντας πέμπεις, τὰς δ’ ἐν ἐπιστολαῖς προσρήσεις ἐκλέλοιπας καὶ ταῦτα θέλγειν δυνάμενος ἐξ ἐπιστολῶν εἰ μὲν οὖν ἕτερος γέγονας, ἀνθ’ ὅτου, φράσον· εἰ δ’ ὁ αὐτὸς μεμένηκας, μὴ φθόνει τοῦ μείζονος. Τιτιανὸς δὲ ὅτι μὲν ἡμῶν ἔσται μᾶλλον ἢ τῶν ἐκ τῆς Καλλιρρόης πινόντων, οἶδα· βουλοίμην δ’ ἂν μαθεῖν, εἴτε σὴ τοῦτο ψῆφος εἴτε ἐκείνου. καὶ γὰρ ἐδάκρυσεν ἐνθένδε ἀπαίρων· εἰκὸς δέ, ὅτι καὶ παρὰ σοὶ μνημονεύσας ἐμοῦ.