Ancient Greek
Letter 751
Libanius, Epistulae 1-839 751
Not analysed yet
Ἀπείληφας ὃν ἐζήτεις, ζητῶ δὲ ὃν εἶχον ἐγώ. σὲ μὶν οὖν καὶ μὴ παρὼν Εὐκαρπίων σὸς ὢν παρεμυθεῖτο, παρεῖχε γὰρ ἐλπίζειν· ἐμὲ δὲ ἀπάραντος οὐκ ἔστιν ὃς πείσει θαρρεῖν. ἀλλ’ οὐ πάντα γε ζημιοῦμαι διεστηκότος, ἀλλ’ ὅσον εἰς τοὐ- μὸν σῶμα βλάπτομαι, τοσοῦτον ἐν τῷ σῷ κερδαίνω.