Ancient Greek
Letter 752
Libanius, Epistulae 1-839 752
Not analysed yet
Ὅταν τῷ Μικκάλῳ συνδειπνῇς, μὴ παραναλώσῃς τὸν τοῦ δείπνου χρόνον εἰς σκώμματα κοὶ τὸν ἀπὸ τούτων γέλωτα, ἀλλὰ γενέσθω τοῦ πῶς δεῖ ἄρχειν διδαχή. καὶ σὺ μὶν παίδευε, μανθανέτω δὲ ἐκεῖνος. μισθὸς δὲ ἔσται σοι τὸ τὸν Μίκκαλον εὐδοκιμεῖν. οὗτος μὲν οὖν ἐν Θρᾴκη δείξει τὸν διδάσκαλον καλῶς, σὺ δέ μοι γνώμης τῆς αὐτῆς ἔχου κατὰ τὸν Ξαν- θίππου παῖδα πρὸς τὴν οἰκίαν τοῦ Μαξίμου. καὶ πολλὰ ἂν εἶπον εἰς παράκλησιν, εἰ μὴ βέλτιον ᾔδειν τοῦτο ποιήσοντα Μίκκαλον τοῦ γράφοντος ἐν ἐπιστολῇ.