Ancient Greek
Letter 753
Libanius, Epistulae 1-839 753
Not analysed yet
Τό τε μὴ προσειπεῖν σε διὰ τοῦ χρηστοῦ Μικκάλου δει- νὸν ἡγούμην τό τ’ αὖ μηκύνειν διὰ τούτου γράφοντα τῶν ἀτόπων· οἶδέ τε γὰρ ἃ φρονῶ καὶ λέγειν ἂν δύναιτο. οὔκ- ουν ἠξίουν μακρὰν ποιεῖν ἐκείνῳ τὴν σιωπὴν ἐν τῷ μήκει τῆς ἐπιστολῆς, ἀλλ’ αὕτη μέν σοι πληρούτω τῆς προσρήσεως τὸν νόμον, παρ’ ἐκείνου δὲ πεύσῃ, τί ποιῶν οὐ μέμψῃ σαυτόν.