Ancient Greek · ~1 min
Letter 76
Libanius, Epistulae 1-839 76
Not analysed yet
Ἐγώ σε πατρίδα καταλιπεῖν καὶ οἶκον καὶ γένος καὶ προσδοκίας οὐ παρῄνεσα μηδέ γε παραινέσαιμί ποτε πολίτη τοιαῦτα πόλιν οὕτω μεγάλην παρεχομένῳ ἐπεὶ δὲ ἐφάνη σύμβουλος μὲν ἐμοῦ πιθανώτερος, σοὶ δέ τι τῆς σαυτοῦ σε- μνότερον, οὐκ ἐπαινῶ μὲν τὰ δόξαντα, λαβεῖν δὲ χρηστὸν εὔχο- μαι τέλος. εἴη δ’ ἂν καὶ τοῦτο τῆς Τύχης.