Ancient Greek · ~3 min
Letter 77
Libanius, Epistulae 1-839 77
Not analysed yet
Ἀνδρόνικος ὁ ποιητὴς οὕτω διέθηκε πρὸς αὐτὸν τὰς μέχρις Αἰθιόπων πόλεις, ὡς εἰκὸς ἦν Ἀνδρόνικον τοιοῦτον ἀφιέντα μέλι. καίτοι τὸ τῆς μητρὸς αὐτὸν καὶ τὸ τῆς πόλεως πάθος διεκώλυσε μὴ πάντα δεῖξαι τὰ ἀγάλματα τῆς ψυχῆς, ἀλλ’ ὅμως οἷς ἠδυνήθη δεῖξαι δέδωκε τοῖς ἀνθρώποις εἰκά- ζειν περὶ τῶν οὐ φανέντων. ἐχαρίζετο δὲ ἡμῖν οὐ μᾶλλον διὰ τῶν ἐπῶν ἢ τῶν ἐπαίνων οἷς ἐχρῆτο κατὰ σοῦ λέγων τὸν μὲν βασιλέα τιμᾶν σε πᾶσιν οἷς εἶχεν, εὑρῆσθαι δὲ οὐδὲν οὐδέπω τῆς σῆς ἀξίας ἐγγύς. ἐμοῦ δὲ αὐτῷ παραινοῦντος μὴ διωθεῖσθαι τὰς διδομένας ἀρχὰς ὡς ἐνὸν ἄρχειν τε ὁμοῦ καὶ ᾄδειν, ἀλλ᾿ ἐγώ φησιν εἶμι δώσων ἐμαυτὸν Θεμι- στίῳ μαθητὴν κάλλιον ἡγούμενος τοῦ πολλῶν ἄρ- χειν.