Ancient Greek
Letter 760
Libanius, Epistulae 1-839 760
Not analysed yet
Εἰ ταῦτα γλώττης ἀργοτέρας, τίς ἂν εἴης αὐτὴν ἀκονῶν; ἀλλὰ σοὶ μὲν ἐν τῷ στόματι λόγων οἰκοῦσι πηγαὶ κρείττους ἢ δεῖσθαι ἐπιρροῆς· ἡμεῖς δὲ ἢν μὴ καθημέραν ἀρδώμεθα, λείπεται σιγᾶν. τὸν λόγον δὲ ζητεῖς μὲν ἔρημον βοηθοῦ λαβεῖν καὶ διὰ τοῦτό σοι Πρίσκος ὁ καλὸς μέλλει, δέχου δὲ ὅμως. πάντως ὅ τι ἂν γνῷς, στέρξομεν.