Ancient Greek
Letter 761
Libanius, Epistulae 1-839 761
Not analysed yet
Οὐκ ἀγνοουμένους συνίστημί σοι τοὺς ἰατρούς, ἀλλὰ δι’ ἀνδρῶν ἐγνωσμένων, οἶμαι δὲ καὶ φιλουμένων, γράφω. φι- λῶν δέ, οἶμαι, μετὰ μὲν εὐνοίας ἀμφοτέρους ὄψει, θατέρῳ δὲ βοηθήσεις. δεῖ γὰρ τῷ μὲν ἡμέρου βλέμματος, τῷ δὲ καὶ συκ- μαχίας. ἐν γὰρ ἐλπίσι πόλεμος, ὃν μετὰ μόνης ἂν διαφύγοι τῆς Ἀθηνᾶς, ἣν οἴκαδε ἐλθὼν εὑρήσει.