Ancient Greek
Letter 771
Libanius, Epistulae 1-839 771
Not analysed yet
Ἀλλ’ ὅ γε Κέλσος, ἀνήρ, ὡς οἶσθα, ψεύδεσθαι οὐκ εἰ- δώς, ἰδεῖν τε ἔφησε τὰ βιβλία καὶ λαβεῖν Διοτίμου διδόντος αὐτοῦ λέγοντος εἶναι δεσπότου. ἔοικεν οὖν ὁ Διότιμος ἵππῳ μετ’ ὄνον ἐντυχὼν καταπεφρονηκέναι ἐμοῦ τοῦ ὄνου καὶ νομίζειν ἢ τοῦ μηδενὸς ἄξιον ἢ φόβου μὴ κακὸς ἀποδοῦ νᾶι γενοίμην. σὺ οὖν ἐγγύησαί με καὶ παῦε τὸ δέος αὐτῶ καὶ πεῖθε μήτ’ ἐμὲ πονηρὸν ἡγεῖσθαι μήτε σὲ ἐξαπατᾶν. εἰ δ’ <ὁ> αὐτὸς εἴη, λείπεται παρ’ ἑτέροις ζητεῖν, μᾶλλον δὲ δτηθι καὶ τούτου τοῦ πόνου καὶ τοῦ περὶ τὸν Ὅμηρον· ὁρῶ γὰρ ὅτι γλαῦκα Ἀθήνησιν οὐκ ἔστιν εὑρεῖν.