Ancient Greek
Letter 772
Libanius, Epistulae 1-839 772
Not analysed yet
Ἔδει μέν σε καλλίω γνώμην ἐσχηκέναι προσιόντος φίλου καὶ νῦν ἂν ἦσθα τῶν ἀπολαυόντων τοῦ καιροῦ· ἐπεὶ δέ σε φόβος μάταιος ἐξέκρουσε λογισμοῦ, χάριν εἰδέναι δεῖ τοῖς θεοῖς, ὅτι τὴν δίκην ἐν τῷ προσλαβεῖν τι δεδώκαμεν. ἀλλὰ σοί γε ἡμεῖς οὐκ ἂν χάριν <εἰδείημεν> ᾧ γυναικὸς καὶ παίδων ἐφάνη τι τιμιώτερον. τερπόμενος γὰρ οἰκοδομίᾳ καὶ θα- λάττῃ καὶ τρυφώσῃ πόλει βελτιόνων ἀποστατεῖς, ὡς ἀρκέσον εἰς ἀπολογίαν, εἰ πέμποις ἡμῖν χρυσίον. ἡμεῖς δὲ σοὶ δοίημεν ἂν ἥδιον ἰδόντες ἢ παρ’ ἀπόντος λαμβάνοιμεν.