Ancient Greek
Letter 784
Libanius, Epistulae 1-839 784
Not analysed yet
Τύραννος οὑτοσὶ καὶ ἀνὴρ χρηστὸς καὶ ἰατρὸς ἀγαθὸς καὶ ἡμῖν φίλος καὶ τῶν διὰ τὴν τέχνην ἐν βασιλείοις οὐκ ὀλί- γον δὴ χρόνον βεβιωκότων. ἠδίκησε δὲ ἄλλον μὲν οὐδένα οὐδεπώποτε ἀνθρώπων, αὑτὸν δὲ νῦν πιστεύσας ἀνθρώπῳ δεινῷ γοητεῦσαι λόγοις καὶ πεῖσαι τὸν ἀκούοντα δοῦναι χάριν ἐκείνῳ μὲν συμφέρουσαν, αὑτῷ δὲ βλαβεράν. νῦν οὖν ἥκει διορθωσόμενος ἃ μὴ καλῶς πέπρακται κοὶ λύσων τὸ ἡμαρτη- μένον. λύσει δὲ οὐκ ἄνευ τῆς Ἀθηνᾶς ἡ δὲ Ἀθηνᾶ συλλή- ψεται καὶ τοῦ δικαίου καὶ ἐμὴν χάριν ἐνθυμοῦ δέ, ὦ ἄριστε, τὴν περιεστηκυῖαν ἀνάγκην εἴς τε τὸ σῶμα τοῦ Τύραν νοῦ καὶ τὸν χειμῶνα βλέπων. οὐ γὰρ ἂν νῦν τε καὶ οὕτως ἔχων ἔφερε τὸ μεῖζον φεύγων κακόν. ὅπως οὖν αὐτὸν ἡμὶν ἀποπέμψῃς χαίροντα τὴν λύπην ἀποθίμενον περὶ τὸν Εὐφρά- τὴν, ἣν τῆς ἀφελείας ἱκανὴν ἔτισε δίκην· ὡς, εἰ περιοφθείη, τὴν μὲν λύπην ἀποθήσεται, τρόπον δὲ οὔθ’ ἡμῖν οὔτε σοὶ πρέποντα. κείσεται γὰρ αἰτοῦ που κουφοτέραν τοῦ ζῶντα περιέλκεσθαι τὴν τελευτὴν ἡγησάμενος.