Ancient Greek
Letter 785
Libanius, Epistulae 1-839 785
Not analysed yet
Δευτέρων φασὶν ἀμεινόνων ἤ, εἰ βούλει γε, εὐτυχε- στέρων· ταύτῃ γὰρ κατῆρεν, οἷπερ ἐπέμπετο, καὶ οὐκ Πάφος ἀντὶ παρθένου. διάγομεν δὲ τὰ μὲν χαίροντες, τὰ δὲ οὐχ οὕτω διὰ τὴν τῆς ἀγορᾶς πενίαν. λόγος δὲ ὁ μὶν εἰς τὴν πανήγυριν ἔτι μέλλει κρύπτεσθαι μὲν ἐθέλων, ἑλκόμενος δὲ εἰς μέσον παρὰ τοῦ βασιλέως καὶ ἴσως φανεῖται, δεῖ γὰρ ἐκεῖνον κρατεῖν· ἃ δ’ ἐπὶ τῷ πυρὶ καὶ οἷς ἴδρασεν ἅμα δάλρυ- σιν ἐφθεγξάμην, ἀπέσταλκά σοι τέχνης δὲ γέμων καὶ τῶν τοῖς πρεσβυτέροις πεποιημένων οὐ δήπου καταγνώσῃ τοῦ τὰ τοιαῦτα θρηνοῦντος.