Ancient Greek
Letter 788
Libanius, Epistulae 1-839 788
Not analysed yet
Ἀνήρ τις τῶν ἐπιεικῶν ἐδεήθη μου δεηθῆναί σου καὶ χάριν αἰτῆσαι τοῦ πρέποντος οὐκ ἔξω, ταμίαν τινὰ κοινῶν χρημάτων, Παπιριανὸν ὅπως βλέποις ἡδέως· ἐγὼ δὲ ἐκεῖνον μὲν οὐκ εἶδον· εἰ δ’ ἔοικε τούτῳ καὶ ἡ τῶν τρόπων ὁμοιότης εἴργασται τὴν φιλίαν, χρηστὸς ἂν εἴη. εἰ οὖν μὴ φαῦλος ὁ ταμίας, ὅπερ εἰκάζω, τυγχανέτω τινὸς ἀγαθοῦ.