Ancient Greek
Letter 789
Libanius, Epistulae 1-839 789
Not analysed yet
Εὐστόχιον οἶσθά που τὸν ἐκ Παλαιστίνης τὸν νόμων τε πλήρη καὶ τῇ τῶν λόγων ῥώμῃ βοηθοῦντα τοῖς νόμοις, ὃς πολλοῦ μὲν ἄξιος Ἀπελλίωνι γεγένηται, πλείονος δὲ Μακεδο- νίῳ τῷ γέροντι, δραμὼν μὲν ὑπὲρ τοῦδε πρὸς τὴν Μεγάλην πόλιν, πανταχοῦ δὲ ἐκείνῳ συμπονῶν. πεπόνηται δὲ αὐτῷ καὶ ὑπὲρ ἡμῶν πολλά τε καὶ οὐ σμικρά, κἂν κελεύσῃ τι, δεῖ με εὐθὺς ὑπουργεῖν ἢ κακὸν εἶναι δοκεῖν. νῦν τοίνυν βούλε- ται Γερόντιον τὴν βουλὴν διαφυγεῖν, εἴ τι φαίνοιτο φησὶ δὲ αὐτὸν ἐρρῶσθαι πρὸς τὸν ἀγῶνα, καὶ ἐγὼ πείθομαι. σαυτὸν οὖν παρασχὼν εὔνουν ποίησόν με μὴ πάντα ὁφεί- λειν Εὐστοχίῳ τῷ καλῷ.