Ancient Greek · ~7 min
Letter 80
Libanius, Epistulae 1-839 80
Not analysed yet
Τὸ μὲν τοὺς σοφιστὰς διασύρειν εἰωθός σοι καὶ πα- λαιόν, ἔδει δὲ καὶ τὴν Πυθίαν τοῦτο παθεῖν. ὅπως σοι τὰ πρέποντα τῷ νέῳ πράττηται σχήματι. λέγουσιν οὖν σοι καὶ οἱ σοφισταὶ ἡ Πυθία· μὴ παύσαιο διασύρων ἃ τι- μᾶν ἄξιον. ἐγὼ δὲ φιλεῖσθαι μὲν ὑπὸ σοῦ πιστεύων καὶ ἐπέστελλον καὶ ἐπήγγελλον εὖ παθεῖν οὐδὲν αἰτῶν ὑπεραῖρόν σου τὴν δύναμιν, ἀλλ’ οἷα πολλὰ καθημέραν ἔσπειρες ἀξίοις τε ὁμοίως καὶ μὴ τοιούτοις· ἐπεὶ δὲ ἀντὶ τοῦ συμπρᾶξαι γράμμα ἡμῖν ἔπεμψας παιδιᾶς γέμον, καιρὸν ἥκειν ἡγησάμην τοῦ μήτε ὑπὲρ χάριτος μήτ’ ἄλλως ἐπιστέλλειν. καὶ διαφυ- γόντος μὲν τὴν νόσον ἥσθην οὐχ ἧττον αὐτοῦ τοῦ διαπεφευ- γότος, ἐξῆν δέ που καὶ ἄνευ τοῦ γράφειν ἥδεσθαι, καὶ οὐχ ὅστις οὐκ ἔγραφεν, οὗτος οὐδὲ ἥδετο, ἀλλ’ ὥσπερ ἐν τοῖς γεγραφόσιν ὅτι ἥσθησαν ἦν ἴσως εὑρεῖν τὸν οὐχ ἡσθέντα, οὕτως ἐνῆν καὶ μετὰ σιγῆς ἡσθῆναι. σὺ δὲ ἐδέου κόλακος, ἀλλ’ οὐχ ἡδομένου διὰ φιλίαν. ἀγνοεῖν δὲ λέγων ᾧ τοῦ γρά- φειν ἐπαυσάμην, ὕβρει δευτέρᾳ τὴν προτέραν παρέρχῃ τότε μὲν οὐκ ἄξιοι ἡγησάμενος φροντίδος, νὺν δὲ οὐδ’ ὅτι μου κατημέλησας εἰδώς. καὶ πρᾶγμα πέπονθας οὐκ ἀλλότριον τῆς ἐξουσίας οἱ γὰρ ἐπὶ λαμπρᾶς τῆς τύχης ὑμεῖς οὐδὲ ἀδι- κεῖν οὓς ἀδικεῖτε ἡγεῖσθε νομίζοντες προσήκειν ὑμῖν μὲν ὑβρίζειν, ἐκείνοις δὲ πανταχοῦ προσκυνεῖν. ὁρᾷς, ὅτι κρεῖτι- τον ἦν σοι μὴ κινεῖν τὸν ἀνάγυρον; νῦν δὲ ἐπιθυμήσας μοι λῦσαι τὴν σιωπὴν ἐπὶ σαυτὸν ἔλυσας καὶ ῥεχθὲν ἔγνως καὶ ταῦτα οὐκ ὢν νήπιος, ἀλλ’ οὐδὲ Ὀδυσσέως λειπόμενος ἐν δό- λοις. Ὀπτάτῳ δὲ πέμψας μὲν χρυσίον ἐπαινῇ παρ’ ἡμῶν, ὅτι δὲ αὐτὸ ἐλπίζων τῷ χρυσίῳ ποιήσειν ῥητορικὸν ἑκατὸν στατῆρας ἔπεμψας ἐξὸν χιλίους, οὐκ ἐπαινῇ· εἰ γὰρ οὓς ἔπεμ- ψας οὐ μικρὸν δύνανται, μᾶλλον ἂν ὠφέλεις ἀπὸ πλειόνων. ἀλλὰ καὶ τοῦτο τὸ μικρὸν παρ’ ἡμῖν τε μέγα κεῖται καὶ ἡ δα- πάνη κατὰ λόγον χωρεῖ