Ancient Greek · ~1 min
Letter 79
Libanius, Epistulae 1-839 79
Not analysed yet
Οὐ γράφω πολλάκις ὑμῖν· τί γὰρ ἂν καὶ γράφειν ἔχοιμι; τὰ νεώτερα τῶν ἐμῶν κακῶν; ἀλλ’ ἐάν τὰ ὑμέτερα φέρητε, κέρδος. ἀλλ’ ὡς χρὴ καρτερεῖν; οὐκ ἔμοιγε τοσοῦτος ὑπάρχει λόγος. ἀλλ’ ὡς χρὴ παρ’ ἡμᾶς ἐλθεῖν; οὐκ ἔστι πεῖσαι κα- λοῦντα. κρεῖττον οὖν τοῦ γράφειν τοῖς ὧδε ἔχουσι τὸ μὴ γράφειν.