Ancient Greek
Letter 815
Libanius, Epistulae 1-839 815
Not analysed yet
Ἡ πόλις ἐκείνη ἡ λαμπρὰ καὶ μεγάλη, ᾗ καὶ σαυτὸν ἔδει- ξας καὶ παρ’ ᾗ τετίμησαι, πολλοῖς κακοῖς διασέσεισται λιμῷ τε μεμαχημένη καὶ βασιλεῖ δόξασα εἶναι κακοῦργος, καὶ διε- τελέσαμεν ἱκετεύοντες μέν, ἐκφυγεῖν δὲ τὴν δόξαν οὐ δυνη- θέντες. σὺ δὲ ἄρα εὐδαίμων εὖ πραττούσης μὲν ἀπολαύ- σὰς, τῶν ἑτέρων δὲ οὐ κοινωνήσας πλὴν εἰ ταύτῃ σέ τις κεκοινωνηκέναι φαίη, ὅτι ἃ φερομένης καλῶς ἐπέπρακτο ἄν σοι, ταῦτα τῇ τοῦ καιροῦ χαλεπότητι διεκω/ύθη. ὅπῃ γὰρ ἔλθοιμεν, ἀθυμία πανταχοῦ, καὶ οἱ λόγοι μάτην ἀναλοῦντο· προσιόντων δὲ οἱ δοῦναι κύριοι τὰς θύρας ἀπέκλειον, ὅπως ἡμῶν μὴ ἀκούοιεν τῆς φωνῆς· εἰς τοσοῦτον δυνάμεως ἥκο- με ἀλλ’ ἢν θεῶν τις λύση τὸν ζόφον, ἔργου τε αὖθις ἑξό- μέθᾳ καὶ ἴσως οὐκ ἀτυχήσομεν.