Ancient Greek
Letter 816
Libanius, Epistulae 1-839 816
Not analysed yet
Ποιητὴν δὲ ἄνδρα καὶ Μουσῶν ἑταῖρον παρὰ τίνα πέμ- ψειν ἔμελλον ἢ παρὰ τὸν ταῖς Μούσαις φίλον; τὰ μὲν οὑν ποιήματα αὐτὸς κρινεῖς καὶ οἶμαι ὅτι θαυμάσῃ· σκόπει 81 ὅπως καὶ οὗτος ὑμῶν τὸ εἰδέναι διδόναι θαυμάσῃ δοκεῖ γάρ μοι σόφισμά τι τοῦτο εἶναι τῶν Μουσῶν τὸ μὴ πλουτεῖν τοὺς δυναμένους εἰπεῖν, ὅπως ἀγείροντες ἀργύριον λέγωσι. σὺ οὖν αὐτός τε δίδου μεμνημένος, ὡς ἡδέως μοι διηγοῦ προτί ῥᾶς δόσεις, καὶ τοὺς ἄλλους ἐργάζου φιλοτιμοτέρους.