Ancient Greek
Letter 817
Libanius, Epistulae 1-839 817
Not analysed yet
Τοὺς ποιητὰς εὖ ποίει· καλὸς γὰρ θησαυρὸς παρ’ ἀνδρὶ ποιητῇ χάρις ὀφειλομένη. μᾶλλον δέ, οὗτος μὲν ἄρξει χάριτος ἐκ λόγων· σὺ δὲ μὴ ἀνάσχῃ γενέσθαι τῶν ὀφειλόντων, ἀλλ’ εὐθὺς ἀπόδος τὴν χάριν, χρυσίον ἀντὶ χρυσῶν ἐπῶν. ἀλλ’ ὅπως ὧν παρ’ ἡμῶν λήψεται μετὰ τὸ ὑμέτερον μὴ ἔλαττον γένηται τὸ ὑμέτερον. δεῖ γὰρ εἶναι μείζω τὰ δῶρα τῶν μει- ζόνων.