Ancient Greek · ~2 min
Letter 83
Libanius, Epistulae 1-839 83
Not analysed yet
Εἰ μὲν οἷός τ’ ἦν κοινωνῆσαι Σαβίνῳ τῆς ὁδοῦ, παρὼν ἄν σοι διελεγόμην ἀντὶ τοῦ γράφειν, οὕτω πολλή μοι σπουδὴ τὸν ἄνδρα ἐξαρπάσαι τῆς ζάλης· ἐπεὶ δὲ πολλαχόθεν ἠνάγ- κασμαι μένειν, οὐ παρῆκα τὸν δεύτερον πλοῦν, ἀλλ’ ἐπιστέλλω. καὶ βουλοίμην ἄν σε τοῦ τε δικαίου καὶ ἡμῶν χάριν ἀν- τισχεῖν πρὸς τὴν τοῦ καιροῦ δυσκολίαν καὶ διδάξαι τοὺς ἀν- θρώπους, ὡς οὐκ ἐπ’ αὐτοῖς ἐστι τοὺς ἄρχοντας, ὅταν λήξωσι τῆς ἀρχῆς, σπαράττειν. ἐγὼ μὲν οὖν ὡμολόγηκα πρὸς ἐκεῖ- νον, ὡς παντὸς ἂν παρὰ σοῦ τύχοι, σὺ δ’ ἂν εἴης κύριος ἡ ἀλαζόνα με δεῖξαι τῇ ὑποσχέσει ἢ μή.